Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.130 Joseph. AJ 19.136 (English) >>Joseph. AJ 19.140

19.133οἱ μὲν δεδιότες, μὴ καὶ ψευσθεῖσιν ἐλπίδος τιμωρίᾳ συνέλθοιεν ὡς προεξορμήσασιν ἀποφήνασθαι τὴν διάνοιαν ἑαυτῶν, οἱ δʼ ἐξεπιστάμενοι διὰ τὸ τῆς ἐπιβουλῆς μετασχεῖν μειζόνως ἔκρυπτον ἀλλήλων ἀγνοίᾳ καὶ δεδιότες, μὴ πρός τινα εἰπόντες, οἷς τυραννὶς ἑστῶσα ὠφέλιμος ἦν, ζῶντος Γαΐου κολασθεῖεν ἐνδείξεως γενομένης. 19.134ἐπεὶ καὶ ἕτερος ἐπεφοιτήκει λόγος ὡμιληκέναι μὲν τραύμασιν, οὐ μὴν ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐν θεραπείαις ὑπὸ τῶν ἰατρῶν εἶναι. 19.135ἦν τε πιστὸς οὐθεὶς οὐδενί, κἂν θαρσήσας γνώμην ἀποφαίνοιτο τὴν αὐτοῦ· γὰρ φίλος ὢν ὕποπτος ἐγίνετο εὐνοίᾳ τῆς τυραννίδος καὶ μίσει πρὸς ἐκεῖνον χρώμενος τῷ πρὸς αὐτὸν οὐδαμόθεν εὐνοίᾳ χρωμένῳ διαφθείρειν τὴν ἐπὶ τοῖς λεγομένοις πίστιν. 19.136ἐλέγετο δὲ ὑπό τινων, οἳ καὶ μάλιστα τοῖς εὐπατρίδαις ἠφάνιζον τὸ εὐθυμοῦν τῆς ἐλπίδος, ἐν ἀμελείᾳ κινδύνων γεγονότα καὶ ἄφροντιν κομιδῇ τῶν τραυμάτων, ὥσπερ εἶχεν ᾑματωμένον ἐπὶ τῆς ἀγορᾶς διεκπεσεῖν κἀν δημηγορίαις εἶναι. 19.137καὶ τάδε μὲν εἰκάζετο βουλήσει τῇ ἀλογίστῳ τῶν θροεῖν προθεμένων καὶ ἐπʼ ἀμφότερα δόξῃ τῶν ἀκουόντων λαμβανόμενα· οὐ μὴν τήν γʼ ἐνέδραν ἐξέλιπον δεδιότες τὴν ἐπενεχθησομένην προεξιοῦσιν αἰτίαν· οὐ γὰρ ἐφʼ ἧς ἀξιοῖεν διανοίας γενήσεσθαι περὶ αὐτοῖς τὴν κρίσιν, ἀλλʼ ἀφʼ ἧς εἰκάζειν ἐθελήσειαν τούς τε κατηγορήσοντας καὶ τοὺς δικάζοντας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.130 Joseph. AJ 19.136 (English) >>Joseph. AJ 19.140

Powered by PhiloLogic